Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ,
τῶν ἀφρόνων παιδευτά,
καὶ πτωχῶν ὑπερασπιστά,
στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα.
Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος,
ἰδοὺ γὰρ τὰ χείλη μου,
οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι·
Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Τὴν ἀνάμνησιν τῆς τοῦ Ἀδὰμ ἐξορίας ἀπὸ τοῦ παραδείσου τῆς τρυφῆς ἔταξαν ἔνταῦθα,τὴ παραμονῆ τῆς ἁγίας Τεσσαρακοστῆς, οἱ θειότατοι πατέρες, δεικνύοντες οὐχὶ διὰ λόγωνἁπλῶν, ἀλλ' ἐξ αὐτῶν τῶν πραγμάτων, πόσον ὠφέλιμον ἐστιν εἰς τὸν ἄνθρωπον τὸ τῆςνηστείας καλὸν καί ἐκ τοῦ ἐναντίου πόσον ἀβλαβὲς καὶ ὀλέθριον ἡ ἀκρασία καὶ τῶν θείωνἐντολῶν ἡ παράβασις· καὶ δτὶ πρώτη ἐντολὴ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους ἐστὶν ἡ τῆςνηστείας ἐντολή, ἥν λαβόντες οἱ πρωτόπλαστοι καί μὴ φυλάξαντες αὐτήν, οὐ μόνον θεοὶ οὐκἐγένοντο, ὡς ἐφαντάσθησαν, ἀλλ' ἀπώλεσαν καὶ ἥν εἶχον μακαρίαν ζωὴν καὶ πεσόντες εἰςφθορὰν καὶ θάνατον, μετέδωκαν αὐτὰ ταῦτα καί μυρία ἄλλα κακά, ὅσα ἐκεῖθεν ἐπήγασαν εἰςὅλον τὸ ἀνθρώπινον γένος. Ταῦτα πάντα τιθέασιν ὐπ' ὄψιν ἠμῶν σήμερον οἱ θεοφόροιπατέρες· ἵνα ἐνθυμούμενοι τὸ πόθεν ἐξεπέσαμεν καὶ τί ἐπάθομεν διὰ τὴν τῶν πρωτοπλάστωνἀκρασίαν καὶ παρακοήν, σπουδάσωμεν ἐπανελθεῖν πάλιν εἰς τὴν ἀρχαίαν ἐκείνηνμακαριότητα καὶ δόξαν διὰ νηστείας καὶ τῆς ὑπακοῆς εἰς πάντα τὰ θεῖα προστάγματα.
+π.Ι.Σ.
Δημοσίευση σχολίου