Ὅταν ἔλθης ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης, καὶ τρέμωσι τὰ σύμπαντα· ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ, καὶ βίβλοι ἀνοίγωνται, καὶ τὰ κρυπτὰ δημοσιεύωνται· τότε ῥῦσαί με, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.
Τῇ αὐτῇ ἡμέρᾳ, τῆς δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα.
Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, τῆς εὐκταίας σου φωνῆς ἡμᾶς καταξίωσον, καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὅταν τίθωνται θρόνοι, καὶ ἀνοίγωνται βίβλοι, καὶ Θεὸς εἰς κρίσιν καθέζηται, ὢ ποῖος φόβος τότε! Ἀγγέλων παρισταμένων ἐν φόβῳ, καὶ ποταμοῦ πυρὸς ἕλκοντος, τί ποιήσομεν τότε οἱ ἐν πολλαῖς ἁμαρτίαις ὑπεύθυνοι ἄνθρωποι; Ὅταν δὲ ἀκούσωμεν καλοῦντος αὐτοῦ, τοὺς εὐλογημένους τοῦ Πατρὸς εἰς βασιλείαν, ἁμαρτωλούς δὲ ἀποπέμποντος εἰς κόλασιν, τίς ὑποστήσεται τὴν φοβερὰν ἐκείνην ἀπόφασιν; Ἀλλὰ μόνε φιλάνθρωπε Σωτήρ, ὁ Βασιλεὺς τῶν αἰώνων, πρὶν τὸ τέλος φθάσῃ, διὰ τῆς μετανοίας ἐπιστρέψας ἐλέησόν με.
Αἱ προλαβοῦσαι δύο παραβολαί, καί μάλιστα ἡ τοῦ Ἀσώτου, παρέστησαν ἡμῆν τήν ἄκραν τοῦ Θεοῦ φιλανθρωπίαν καί ἀγαθότητα. Ἀλλ' ἵνα μή τινες, εἰς ταύτην μόνην θαρροῦντες, διάγνωσιν ἀμελῶς, καί τόν καιρόν τῆς ἑαυτῶν σωτηρίας πραγματευόμενοι ἐπιμένωσιν εἰς τήν ἁμαρτίαν, καί οὕτως ἁρπάση αὐτούς αἰφνιδίως ὁ θάνατος¨ διά τοῦτο οἱ θειότατοι πατέρες ἔταξαν σήμερον τήν ἑορτήν καί ἀνάμνησιν τῆς ἀδεκάστου δευτέρας παρουσίας τοῦ Χριστοῦ, ἐνθυμίζοντες δι' αὐτῆς τούς τοιούτους, ὅτί οὐ μόνον φιλάνθρωπος ἐστίν, ὁ Θεός, ἀλλά καί κριτής δικαιότατος, καί ἀποδίδωσιν ἑκάστω κατά τά ἔργα αὐτοῦ.
Σκοπός οῦν τῶν ἁγίων Πατέρων ἐστίν, ἵνα, διά τῆς ἐνθυμίσεως τῆς φοβερᾶς ἐκείνης ἡμέρας, διεγείρωσιν ἡμᾶς ἐκ τοῦ ὕπνου τῆς ἀμελείας πρός ἐργασίαν τῆς ἀρετῆς, καί προτρέψωσιν εἰς φιλαδελφίαν καί συμπάθειαν.
Ἐπειδή δέ τῆ ἐρχομένη Κυριακή τῆς Τυροφάγου ποιοῦμεν τήν ἀνάμνησιν τῆς τοῦ Ἀδάμ ἐξορίας ἐκ τοῦ Παραδείσου τῆς τρυφῆς, ἤτις ἐστίν ἡ ἀρχή τοῦ παρόντος βίου, δῆλον ὅτι ἡ σημερινή ἑορτή λογίζεται ὡς τελευταία πασῶν διότι εἰς ταύτην ἀληθῶς τελευτῶσι τά ἡμέτερα πάντα καί ὁ κόσμος αὐτός.
+Ιερεύς Ιωάννης Σουρλίγγας
Δημοσίευση σχολίου